Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.3.4 | Hdt. 7.5.3 (English) | >>Hdt. 7.6.5 |
7.5.1
ἀποθανόντος δὲ Δαρείου ἡ βασιληίη ἀνεχώρησε ἐς τὸν παῖδα τὸν ἐκείνου Ξέρξην . ὁ τοίνυν Ξέρξης ἐπὶ μὲν τὴν Ἑλλάδα οὐδαμῶς πρόθυμος ἦν κατʼ ἀρχὰς στρατεύεσθαι , ἐπὶ δὲ Αἴγυπτον ἐποιέετο στρατιῆς ἄγερσιν . παρεὼν δὲ καὶ δυνάμενος παρʼ αὐτῷ μέγιστον Περσέων Μαρδόνιος ὁ Γοβρύεω , ὃς ἦν Ξέρξῃ μὲν ἀνεψιὸς Δαρείου δὲ ἀδελφεῆς παῖς , τοιούτου λόγου εἴχετο , λέγων ·
7.5.2 “δέσποτα , οὐκ οἰκός ἐστι Ἀθηναίους ἐργασαμένους πολλὰ δὴ κακὰ Πέρσας μὴ οὐ δοῦναι δίκην τῶν ἐποίησαν . ἀλλʼ εἰ τὸ μὲν νῦν ταῦτα πρήσσοις τά περ ἐν χερσὶ ἔχεις · ἡμερώσας δὲ Αἴγυπτον τὴν ἐξυβρίσασαν στρατηλάτεε ἐπὶ τὰς Ἀθήνας , ἵνα λόγος τέ σε ἔχῃ πρὸς ἀνθρώπων ἀγαθός , καί τις ὕστερον φυλάσσηται ἐπὶ γῆν τὴν σὴν στρατεύεσθαι .”
7.5.3 οὗτος μέν οἱ ὁ λόγος ἦν τιμωρός · τοῦδε δὲ τοῦ λόγου παρενθήκην ποιεέσκετο τήνδε , ὡς ἡ Εὐρώπη περικαλλὴς εἴη χώρη , καὶ δένδρεα παντοῖα φέρει τὰ ἥμερα , ἀρετήν τε ἄκρη , βασιλέι τε μούνῳ θνητῶν ἀξίη ἐκτῆσθαι .
ch. 6
7.6.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.3.4 | Hdt. 7.5.3 (English) | >>Hdt. 7.6.5 |